Παρασκευή 28 Δεκεμβρίου 2012

Απίστευτο: Γράφει τις ειδήσεις στα αρχαία ελληνικά! the site of world news in Ancient Greek

 

Αποφάσισε να ανοίξει site και να γράφει τις ειδήσεις στα αρχαία ελληνικά....
Γεννήθηκε στη Βαρκελώνη και είναι καθηγητής ελληνικών και λατινικών στο πανεπιστήμιο της Οξφόρδης παλιότερα, σ' αυτό του Σαιντ Αντριους στη Μεγάλη Βρετανία τώρα.

Το site λέγεται akwn.net δηλαδή Αcropolis world news!



Δεινότατος φόνος ἐν τῷ Κονέκτικατ
16 Δεκεμβρίου 2012

Picture

Παῖδες ἄνθη κατατιθέασιν ἐγγὺς τοῦ διδασκαλείου

Νεανίας τις εἴκοσι παῖδας καὶ ἓξ ἀνθρώπους ἐν διδασκαλείῳ ἀποκτείνει
Προχθὲς ἐν τῷ Κονέκτικατ δεινότατος φόνος συνέβη· ἐν τῷ διδασκαλείῳ Sandy Hook , ἐν τῇ μικρᾷ πόλει Newtown, εἴκοσι παῖδες καὶ ἓξ ἄνθρωποι ἀπέθανον ὑπὸ νεανίου. οὗτος ὁ νεανίας, Ἄδαμ Λάνθα ὀνόματι καὶ εἴκοσι ἔτη γεγονώς, πρῶτον μὲν τὴν ἑαυτοῦ μητέρα ἀπέκτεινεν ἐν τῇ οἰκίᾳ οὖ οἱ δύο ᾤκουν, ἔπειτα δὲ τρία αὐτοματικὰ ὅπλα λαβὼν ἃ ἡ μήτηρ οἴκοι εἶχε καὶ τὴν οἰκίαν ἀπολιπὼν καὶ πρὸς τὸ διδσκαλεῖον ἀφικομένος τοὺς φύλακας λαθὼν εἰσέβη τὰ ὅπλα ἔχων καὶ ἐξ ἀπροσδοκήτου εἰς οἴκημα εἰσβὰς ἐν ᾧ πολλοὶ παῖδες ἔτυχον ὄντες ἐπὶ αὐτοὺς ἐπυροβόλει. ὀκτωκαίδεκα παῖδες ἐκεῖ εὐθὺς ἀπέθανον (δύο ἄλλοι ἐν τῷ νοσοκομείῳ ἀπέθανον ἐκεῖσε προσενεχθέντες) καὶ ἓξ ἄνθρωποι (ἡ τοῦ διδασκαλείου ἄρχουσα καὶ ἄλλοι ἐργασταί). πρῶτον μὲν ἐλέγετο ὅτι ἡ τοῦ φονέως μήτηρ ἐν τῷ διδασκαλείῳ αὐτῷ ἀπέθανεν (ἐκεῖ γὰρ τὸ πάλαι ἐδίδασκεν), ἔπειτα δὲ δῆλον ἦν τοῦτο οὐκ ἀληθὲς ὄν.
ὁ τοῦ Κονέκτικατ ἔπαρχος λέγει ὅτι τὸ πρᾶγμα χεῖρον ἂν εἴη, ὁ γὰρ Α. Λ. τοὺς φύλακας ἀφικομένους ἀκούσας ἑαυτὸν ἀπέκτεινεν· ὁ δὲ τῶν φυλάκων φερέφωνος τὰ ὅπλα ἐκεῖ λειφθέντα ἐξετάσας λέγει ὅτι ὁ μὲν φονεὺς ἐν νῷ εἶχε πλείονας παῖδας ἀποκτείνειν, ἡ δὲ ταχεῖα τῶν φυλάκων ἄφιξις τοῦτο ἐκώλυσεν.
ὁ Α. Λ. τοῦτο τὸ διδασκαλεῖον ἐφοίτα, ἡ δὲ μήτηρ πάλαι ἐν τῷ αὐτῷ διδασκαλείῳ ἐδίδασκεν. διὰ ὅ τι ὁ Α. Λ. τοῦτο ἐποίησεν οὐκέτι οὐδεὶς ἀκριβῶς οἶδεν, ὅμως δὲ ἴσμεν νῦν ὅτι τῇ μὲν προτεραίᾳ ὅπλον ὠνεῖσθαι ἐπειράσατο, τοῦτο δὲ οὐκ ἐξὸν (δεῖ γὰρ τὸν ὠνούμενον δύο ἑβδομάδας μένειν) τὰ τῆς μητρὸς ἔλαβεν. 


Ταραχὴ ἐν τῇ Αἰγύπτῳ
8 Δεκεμβρίου 2012

Picture

Διαδηλωταὶ πρὸ τῶν βασιλείων

Οἱ διαδηλωταὶ πρὸ τῶν βασιλείων μένουσι καὶ τὸν πρόεδρον Μοῦρσι προκαλοῦνται
Ἅμιλλαί τε καὶ ταραχὴ συμβαίνουσιν ἐν τῇ Αἰγύπτῳ, οἱ μὲν γὰρ τῷ προέδρῳ Μόρσι ἐπικουροῦντες τοῖς αὐτῷ ἀνθισταμένοις μάχονται, νεωστὶ δὲ μάχη ἐγένετο ἐν τῷ Καίρῳ, πρὸ αὐτῶν τῶν βασιλείων, ἐν ᾖ ἓξ ἄνθρωποι ἀπέθανον καὶ ἑπτακόσιοι ἄλλοι ἐτρώθησαν. ἡ ταύτης τῆς ταραχῆς αἰτία ἥδε ἐστίν· ὁ μὲν πρόεδρος Μόρσι νέον νόμον τῇ βουλῇ προσέθηκεν ὃς τὴν ἑαυτοῦ ἀρχὴν ῥώννυσιν, οἱ δὲ ἀνθιστάμενοι βούλονται τὸν πρόεδρον ἀναγκάζειν τοῦτον τὸν νόμον ἀναιρεῖν· καὶ δὴ καὶ βούλεται μὲν ὁ Μόρσι τῇ πεντεκαιδεκάτῃ τοῦ Δεκεμβρίου μηνὸς ψηφοφορίαν ποιεῖσθαι περὶ τῆς νέας πολιτείας, πολλοὶ δὲ βουλευταὶ τοῦτο κωλύειν πειρῶνται (ἐὰν γὰρ ὁ Μόρσι ἐν τῇ ψηφοφορίᾳ νικᾷ, πλείω ἀρχὴν ἕξει). τούτων τῶν δυοῖν ἀγγελμάτων διὰ πάσης τῆς χώρας ταχέως διαδραμόντων, οὐ μόνον ἐν τῇ πρωτευούσῃ ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσι ταραχὴ καὶ διαδήλωσεις ἐγένοντο.
χθὲς δὲ οἱ φύλακες συρματοπλέγματα περὶ τῶν βασιλείων περιέθεσαν ἵνα οἱ διαδηλωταὶ εἰς τὰ βασίλεια εἰσβῆναι μὴ δυναῖντο, ἀλλὰ οἱ διαδηλωταὶ πανταχοῦ συνελθόντες ῥᾳδίως ὑπερέβησαν· ὅμως δὲ τήμερον οἱ τῶν διαδηλωτῶν ἄρχοντες τοῖς φύλαξιν ἤδη ὡμολογήκασιν ὅτι ἡ ἔνστασις εἰρηνικὴ ἔσται. οἱ δημοσιογράφοι ἐλπίζουσι τὸν πρόεδρον τήμερον τῷ Σαββάτῳ ἄγγελμά τι ἀγγελεῖν καὶ τοῖς ἀνθισταμένοις συγχωρήσειν. 


Φύλαξ τῆς Νέας Ἰόρκης ἔνδοξος γίγνεται
30 Νοεμβρίου 2012

Picture

Ὁ φύλαξ Λ. Δεπρίμος καὶ ὁ πτωχός

Ὀ φύλαξ ἑκὼν κνημίδας πτωχῷ πρίαται
Ὁ Λαυρέντιος Δεπρἰμος (τοῦ ὀνόματος ἕνεκα δεῖ ἡμᾶς νομίζειν αὐτὸν ἐκ Ἰταλικῶν μετοίκων γενέσθαι) φύλαξ ἐστὶν ἐν τῇ πόλει Νέᾳ Ἰόρκῃ· προχθὲς μὲν οὐδεὶς ᾔδει ὅστις εἴη, νῦν δὲ πάντες ἴσασιν τίς ἐστιν, οὐ δὴ μόνον ἐν ταῖς ΗΑΠ ἀλλὰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ. ἆρα τί ἐδέησεν αὐτὸν ποιεῖν ἵνα ἔνδοξος γένοιτο; μόνον ἕν· οὕτως εἶναι ὥσπερ πέφυκεν. αὕτη ἐστὶ ἡ ἱστορία·
οὗτος ὁ φύλαξ, εἴκοσι καὶ πέντε ἔτη γεγονώς, διὰ τῆς Χρόνων Ἀγορᾶς (Times Square) διαβαίνων, πτωχόν τινα εἶδεν ἀνυπόδητον ὄντα. ψῦχος μὲν ἦν, ὁ δὲ πτωχὸς ἐπὶ τῆς γῆς ἐκάθητο καὶ χρήματα ᾔτει τοὺς παραβαίνοντας· ὁ δὲ φύλαξ αὐτῷ προσχωρήσας μικρὸν χρόνον διελέχθη καί, τὸν τοῦ ποδὸς ἀριθμὸν πυθόμενος, εἰς καπηλεῖόν τι εἰσβὰς κνημίδας ἐπρίατο καὶ τῷ πτωχῷ παρέδωκεν. τουριστρίς τις ἣ ἀπὸ τῆς Ἀριζόνης ἀφικομένη ἔτυχεν ἐκεῖ οὖσα πάντα μὲν εἶδε καὶ φωτογραφείαν ἐποιήσατο (ἔξεστιν τῇ ᾀριστερᾷ ἰδεῖν), ἔπειτα δὲ περὶ τούτου ἐν τῷ Facebook τὴν φωτογραφείαν εἰσθεῖσα ἄγγελμα ἐγράψατο. ἐὰν ἐθέλῃς τοῦτο τὸ ἄγγελμα ἰδεῖν, δεῖ σε ἐνθάδε πιέσαι). λέγεται δὲ καὶ ὅτι ὁ ἄνθρωπος ὃς ἐν τῷ καπηλείῳ ἐργάζεται, τὴν τοῦ πρίασθαι αἰτίαν πυθόμενος, τὰς κνημίδας ἐλάττου τῷ φύλακι ἐπώλησεν (ἑβδομήκοντα καὶ πέντε δόλαρσι ἀντὶ ἑκατόν). 


Ἡ Σίνα τὸ ἀτομικὸν ἐργαστήριον ἀποδείκνυσιν
24 Νοεμβρίου 2012

Picture

Ἡ πρώτη ἀτομικὴ τῆς Σίνης βόμβα

Ἀτομικὸν ἐργαστήριον τουριστικὸν κέντρον γενήσεται

Ἐν τῇ Σινιᾶγγ ἐπαρχίᾳ, τρισχίλια χιλιομέτρα ἀπὸ τοῦ Πεκίνου ἀπούσῃ, κεῖται τὸ πολεμικὸν ἐργαστήριον ἐν ᾧ πάλαι ἡ Σίνα τὴν ἑαυτῆς πρώτην ἀτομικὴν

http://papoytsomenos-gatos.blogspot.gr/

ο διαβάσαμε εδώ:http://www.peramatozoa.net

Δεν υπάρχουν σχόλια: